🎵 | Μουσική - ΟΡΦΕΥΣ |
🎙️ | Απαγγελία - Μοντάζ - ΟΡΦΕΥΣ |
📜| Orphic hymn to Hecate and Ianus |
🜍 | Θυμίαμα - Αρώματα |
🜍 | Mystic Incense - Aromatics |
| Αρχαία Ελληνικά |
Χαῖρε, θεῶν μῆτερ, πολυώνυμε, καλλιγένεθλε· χαῖρ᾽, Ἑκάτη προθύραιε, μεγασθενές. ἀλλὰ καὶ αὐτὸς χαῖρ᾽, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρ᾽, ὕπατε Ζεῦ. τεύχετε δ᾽ αἰγλήεσσαν ἐμοῦ βιότοιο πορείην βριθομένην ἀγαθοῖσι, κακὰς δ᾽ ἀπελαύνετε νούσους ἐκ ῥεθέων, ψυχὴν δὲ περὶ χθονὶ μαργαίνουσαν ἕλκετ᾽ ἐγερσινόοισι καθηραμένην τελετῇσι. ναί, λίτομαι, δότε χεῖρα, θεοφραδέας τε κελεύθους δείξατέ μοι χατέοντι. φάος δ᾽ ἐρίτιμον ἀθρήσω, κυανέης ὅθεν ἔστι φυγεῖν κακότητα γενέθλης. ναί, λίτομαι, δότε χεῖρα, καὶ ὑμετέροισιν ἀήταις ὅρμον ἐς εὐσεβίης με πελάσσατε κεκμηῶτα. χαῖρε, θεῶν μῆτερ, πολυώνυμε, καλλιγένεθλε· χαῖρ᾽, Ἑκάτη προθύραιε, μεγασθενές. ἀλλὰ καὶ αὐτὸς χαῖρ᾽, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρ᾽, ὕπατε Ζεῦ.
Instagram - orpheus_hymns
Fb - Ο Ρ Φ Ε Υ Σ
Tiktok orpheus_hymns
Υποστήριξε την προσπάθεια.
Donate
Εθνική Τράπεζα iban-GR9801107130000071300156446